....

ΤΟΝ ΚΟΡΑΗΣΜΟ ΝΑ ΚΑΤΑΡΑΣΘΕ

Ἐπιστολή Ἀθανασίου τοῦ Παρίου πρὸς Διαμαντὴν τὸν Κοραήν

 

Ανέγνων σου τὴν πρὸς τὸν Πρωτοψάλτην, σοφώτατε ἰατρῶν, ἐν ᾗ δηλαδή,

καὶ αὐτὸν πως ἐμέμφου, ὅτι τὰ μὲν ὠὰ τὴν τορινὴν ἀπορροφᾶ, τῆς δὲ μητρὸς αὐτῶν δέδοικεν ἅψασθαι, καὶ ὡς λύπῃ σου τιτρώσκεται ἡ καρδία ἐπὶ τῇ τῶν σῶν ὁμογενῶν ἀμαθείᾳ πρὸς αὐτὸν ἐδήλους, τῶν αὐτόθι ποτὲτριβαρβάρων, τοῖς ἡμετέροις τὸ τήμερον ἀνθούντων u954 καλοῖς· ταυτὶ γὰρ μόνα τὰ δύω τῶν ἐν αὐτῇ περιεχομένων ἁπάντων ἔγωγε σεσημείωκα· ἐπεί τοι γε τὸ μὲν αὐτῶν ὡς ἐν σκώματι φιλικῷ, ἠρέμα πως καὶ ἐκ πλαγίου τοῦ κοινοῦ τῆς ἐκκλησίας ἡμῶν, δεισιδαιμονίας καταχέει γέλωτα· τὸ δὲ ἕτερον γνώμην μὲν ἐμφαίνει φιλογενῆ, οὐ μὴν περὶ τὸ τῶν καλῶν βέλτιστόν τε καὶ ἔσχατον,ὅπερ οἱ ἔξω σοφοὶ εὐδαιμονίαν ἐκάλεσαν· ὅτι δὲ τὸ πρῶτον ἐκεῖνο κοινῇ διακωμῳδεῖ τὴν τῶν ἀνατολικῶν ἐγκράτειαν, αὐτόθεν δῆλον, αὐτὰ γὰρ ἐκεῖνα λέγεις περὶ ἡμῶν, ἃ μέχρι κόρου καὶ ναυτίας, οἱ ἡμέτεροι λέγουσιν ἐχθροί, μᾶλλον δὲ οἱ ἐχθροὶ τοῦ σταυροῦ, κατὰ τὸν θεῖον Παῦλον, ὧν τὸ τέλος, φησίν, ἀπώλεια ὧν ὁ θεός ἡ κοιλία (σελ. 398) καὶ ἡ δόξα ἐν τῇ αἰσχύνη αὐτῶν· οἱ τὴν βδελυκτὴν ἀδιαφορίαν εἰσαγαγόντες, οὐχ ἵνα τι λόγον ἄξιον συστήσωσιν,οἱ καὶ τῶν ἀλόγων αὐτῶν ἀλογώτεροι, ἀλλ’ ἵνα τὴν γαστέρα καὶ τὰ ὑπό τὴν γαστέρα παναισχίστως θεραπεύσωσιν· ἐπεὶ τίνα λόγον ἔχει τὸ ὠὸν μὴ ζῶονὄν, ταυτὸν ἡγεῖσθαι τῇ ὄρνιθι, ἥτις ἐνεργείᾳ ζῶον καὶ ἔστι καὶ λέγεται; καὶ πλατὺ δῆθεν καταγελᾶν τῶν τὰ ὠὰ μὲν ῥοφώντων, διευλαβουμένων δὲ τῆς ἀλεκτορίδος ἅπτεσθαι; ὅτι γὰρ τὸ ὠὸν τοῖς ὅλοις ἡττᾶται τῆς μητρὸς ὄρνιθος, τὴν ὑμῶν τῶν ἀσκληπιαδῶν προκαλοῦμαι κρίσιν· τοὺς γὰρ κομιδῆ νεαροὺς τῶν ὀρνίθων τοῖς ἀπό νόσου πρὸς ὑγείαν ὁρῶσι, πρὸς τροφὴν ὀρέγειν κελεύετε· τί δήποτε; ἵνα μὴ τις, φατέ, ἀλλοίωσις καὶ σύγχυσις τῇ ἄρτι καθισταμένῃ κράσει γένηται ἐκ τῆς λιπωδεστέρας βρώσεως, ἀδυνάτως ἔτι διακειμένου τοῦ στομάχου, εἰς τὸ στερροτέραν κατεργάσασθαι τροφήν· εἰ οὖν τὰ νεογνὰ πτηνάρια καίτοι ζῶα ὄντα ἐνεργείᾳ, ὅμως ὑποδεέστερα πολλῷ τῆς τελείας κρίνονται ὄρνιθος, πολλῷ τῷ μέσῳ δήπου τὰ ὠὰ τῆς ἐν τῇ περὶ τελειότητος ἀπολείπεται· καὶ τοσοῦτον οἶμαι, ὅσον οὐδ’ ἀναλογίαν ἔνι μεταξύ τῶν τριῶν τούτων συστήσασθαι· εἰ οὖν οὐ ταυτὸν ὠὸν καὶ ἀλεκτορὶς εἰς λόγον ποιότητος καὶ δυνάμεως, οὐ δῆλον ὅτι ἀλόγως χλευαζόμεθα, ὡς τούτων μὲν ἀπεχόμενοι ἐν ἐγκράτειας λόγῳ, ἐκεῖνα δὲ προσφερόμενοι; ἀλλά γάρ, εἴπερ οἱ κατάπτυστοι παπολάτραι, καὶ οἱ ψευδώνυμοι (σελ. 399) εὐαγγελικοί, καὶ πρὸς τὸ χεῖρον ῥιφορμάτοι, οἱ τῷ φωτὶ τοῦ ἑαυτῶν πυρός, κατὰ τὸν προφήτην, καὶ τῇ φλογὶ ἧ ἐξέκαυσαν πορεύεσθαι ἐγνωκότες, εἰ φημὶ οἱ προφανεῖς ἐχθροὶ ἡμῶν ἦσαν, καθάπερ δὲ καὶ εἰσίν, οἱ διὰ ταῦτα ἡμῶν καταγελῶντες, κατεγελάσαμεν ἂν καὶ ἡμᾶς αὐτῶν ἐκ τοῦ ἴσου, μᾶλλον δὲ ἠλεήσαμεν ἂν αὐτοὺς τῆς ἀνοίας, καὶ τῆς περὶ τὰ καλὰ τυφλότητος, καὶ σκαιότητος· οἳ πρᾶγμα καλὸν ὁπωσοῦν παρὰ φαῦλον τιθέμενοι διασύρουσι, μὴ εἰδότες, μηδὲ εἰδέναι βουλόμενοι οἱ ὅντως κοιλιολάτραι, ὅτι κατὰ τοὺς θεόφρονας διδασκάλους, καὶ ἡ τινῶν βρωμάτων ἀποχὴ νηστεία ἐστι· νῦν δὲ σὺ ἄνθρωπε ἰσόψυχε, σὺ γένος μου, σὺ γνωστέ μου, σύ ὁ γραικὸς κατά τῶν σῶν γραικῶν, ὡς δῆθεν ἐκείνων μὴ ἀρκούντων, τὸν ἄδικον τοῦτον προσεπάγεις ὀνειδισμόν, δαιμονιώδη καλῶν τὴν τοιάνδε τῶν κρεῶν ἀποχήν, ὡς ἐκ τοῦ Παύλου δῆθεν τὰς ἀφορμὰς λαβών· καὶ εἰ μὲν χθιζή τις ἦν αὕτη συνήθεια, καὶ παρὰ τινων τῶν πνεύμασι πλάνης φερομένων εἰσενεχθεῖσα, εἰκότως ἂν οἱ φρενῶν εὖ ἔχοντες ὡς εὔλογόν τι νεωτέρισμα,καὶ πλάνης ἐφεύρημα, ταύτην ἐξουθένησαν καὶ ἀπέπτυσαν· νῦν δὲ καὶ τὴν ἀρχαιότητα οἱονεὶ πολιὰν προβάλλεται (χιλιοετὴς γὰρ καὶ ἐπέκεινα οὖσα εὑρίσκεται) καὶ ἐξ εὐχῆς πρὸς τὸν θεόν βασιλικῆς τὴν ἀρχὴν ἐσχηκέναι, παρὰ τῷ Ξανθοπούλῳ ἱστόρηται· εἰσεποιήσατο δὲ ταύτην καὶ ἡ Εκκλησία οὐκ ἀλυσιτελὴς εἶναι τὸ χρῆμα καὶ πρὸς τὴν ὑγείαν τοῦ σώματος (σ. 400) κρίνασα· σφαλερὰς γὰρ οἶδεν ὁ λόγος τὰς ἀμέσους εἰς τὸ ἄκρον μεταβολάς· ὥστε οὐ βδελυσσόμενοι, ἄπαγε, ἀλλὰ συνήθειᾳ παλαιφάτῳ καὶ ἐκκλησιαστικὴ ἐξακολουθοῦντες, ἐν ταῖς ἡμέραις ταύταις τῶν κρεῶν ἀπεχόμεθα, οἷον προκαθάρσιμον ταύτην ἄγοντες ἑβδομάδα, καὶ πρὸς τὸ τέλειον τῆς νηστείας ἑαυτοὺς ἐθίζοντες· ὥστε τίνα δὲ λόγον ἔχει, τὰ πρὸς τοὺς βδελυσσομένους τὸν γάμον καὶ τὰ κρέατα φανεροὺς ὄντας αἱρετικούς, ὑπὸ τοῦ Παύλου προφητικῶς εἰρημένα κατὰ τῶν ἀσκήσει καὶ λόγῳ ἐν καιρῷ τεταγμένῳ μὴ κρεοφαγούντων, μεταφέρειν καὶ ταύτη ἐκ πλαγίου εἰς τὴν τῶν αἱρετικῶν μοῖραν ἀριθμεῖν; ὧν οἱ θεῷ εὐαρεστήσαντες καὶ σημείοις δοξασθέντες καὶ θαύμασι, καὶ αὐτὴν οἶμαι τὴν τοῦ ἀριθμοῦ φύσιν ὑπερβαίνουσι· καὶ τοῦτο τὸ μεῖζον εἰς ὁσιότητα καὶ αἰδεσιμότητα τοῦ πράγματος, τοῦτ’ ἔστι τῆς συνηθείας ταύτης, αἱ μετ’ αὐτὴν καὶ ἐν αὐτῇ οἰκουμενικαὶ σύνοδοί εἰσιν, ἡ Æ΄ , ἡ ζ΄ καὶ ἡ η΄ λέγω δὲ ὀγδόην τὴν κανονικὴν ἀναδείξασαν τὴν τοῦ Φωτίου πατριαρχίαν καὶ τὴν ἑβδόμην κυρώσασαν· τίνι γὰρ οὐ δῆλον, ὅτι εἰ δαιμονίων διδασκαλία καὶ ἀνδρῶν κεκαυτηριασμένων τὴν συνείδησιν, εἰσήγησις τὸ τοιοῦτον ἔργον ἦν, οὐκ ἂν σιγὴ ταύτην παρῆλθον, οἱ τῶν παντοίων δεισιδαιμονιῶν τὴν ἐκκλησίαν τοῦ Χριστοῦ καθαίροντες, καὶ μάλιστα ἡ πενθέκτη, ἡ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τὴν τοῦ Σαββάτου νηστείαν, τῇ ῥωμαίων πόλει, διὰ κανόνος ἐκώλυσεν; εἶεν· ἐλάας δὲ καὶ μὴ

ἔλαιον (σ. 401) ἐσθίειν τὸν νηστεύοντα, πῶς οὐ δοκεῖ σοι διαφέρειν τοῦ τῷ

ἐλαίῳ λιπαινομένου; εἰ γὰρ καὶ ἐξ ἐκείνων τὸ ἔλαιον, ἀλλ’ οὕτως ἐν αὐταῖς ὑπάρχει, ὡς κἂν ταῖς σταφυλαῖς ὁ οἶνος· ὥσπερ οὖν ἐκ τῶν σταφυλῶν, πλὴν τοῦ τὴν γαστέρα ἐξογκοῦν, τοῖς κἂν ὅτι πλείσταις ἐσθίουσιν, εὐφραίνη τις ὡς ἀπό οἴνου (ὃ κέφι τουρκιστὶ καλεῖν εἰώθαμεν) οὐδαμῶς προσγίνεται; οὕτως ὁ τὰς πολλὰς ἐσθίων ἐλαίας, πολλοστημόριον τῆς τοῦ ἐλαίου χρείας οὐκ ἀνέπλησε· καὶ ἵνα κἂν τῶν σῶν καὶ σφόδρα σοι θαυμαζομένων, τὸ ἐν τούτοις παραστήσω διάφορον, τίς ποτε σῶμα εἶδε πυρπολούμενον, παρὰ τὸ ἁπλῶς ἡλιάζεσθαι, καίτοι γε ἀπειράκις ἀπείρως αἱ τοῦ ἡλίου ἀκτῖνες ἡμῖν ἀεὶ προσβάλλουσι, ἀλλ’ οὐδείς ποτε ἀνθρώπων ἐντεῦθεν ὤφθη καιόμενος· τί δήποτε; ὅτι μανόν καὶ διῃρημένον ἐστι τὸ ἐν τῷ ἡλίῳ πῦρ· πότε δὲ οὖν ἐνεργοῦν ἀναφαίνεται; ἢ δῆλον ἐπειδὰν πυκνωθῆ ὡς ἐν τοῖς φακοειδέσιν ὑάλοις καὶ

τοῖς καυστικοῖς κατόπτροις ἡ πείρα δείκνυσι· τότε γὰρ θραυόμεναι, ἀντανακλώμεναι καὶ ὡς ἀπὸ διαφόρου περιφερείας εἰς τὸ κέντρον, ὃ παρ’

ὑμῖν τοῖς περὶ ταῦτα δεινοῖς ἑστία καλεῖται, αἱ τοῦ ἡλίου συνιοῦσαι ἀκτῖνες, τὴν τοῦ πυρός ἐνέργειαν ἐπιδείκνυνται· τοιγαροῦν ταυτὸ τοῦτο συμβαίνει κἀπί τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ τῶν τοιούτων· ἔνεστι μὲν γὰρ ταῖς σταφυλαῖς τὸ τοῦ οἴνου πνεῦμα· ἔνεστι δὲ κἂν ταῖς ἐλαίαις τὰ ἐλαιώδη μόρια, οὐ μέντοι καὶ ὑφέν, ἀλλὰ διηρημένα· εἰς τὰ τῆς ὕλης μέρη, καὶ τῇ ὕλῃ αὐτῇ ἐπιπροσθούμενα· ὅπερ οἶμαι, τῷ παρὰ τῷ ἡλίῳ πυρί, εἴτ’ οὖν ταῖς ἀκτίσιν οὐ πρόσεστιν (σελ. 402) ἐκτὸς εἰ μήτις τὸν ἀέρα προσλογίσαιτο, καὶ τὴν περιέχουσαν ἀτμοσφαίραν, τὴν τε καθόλου καὶ τὴν μερικήν· γίνεται οὖν, ἢ μᾶλλον εἰπεῖν ἀναφαίνεται τῆς ὕλης ἀποκριθὲν τὸ ἔλαιον, διά τῆς ἀποθλίψεως ὁμοῦ κατά ταυτό γενομένων τῶν μορίων ἁπάντων, ὅτε δὴ καὶ τοὔνομα δέχεται, καὶ προσφυῶς καὶ κατὰ λόγον, ἔλαιον λέγεται· καὶ τὰ τῆς ἰδιότητος αὐτοῦ ἐν τοῖς ἐσθίουσιν ἐνεργεῖ· εἰ οὖν οὕτω φύσεως ἔχει τὰ πράγματα, πῶς ὁ ἐλαίας ἐσθίων, ὡς ὁ ἐσθίων ἔλαιον λογισθήσεται; καὶ εἰ τοῦτο δοίημεν, ἔσται λοιπὸν τὸ δυνάμει ταυτὸν τῇ ἐνεργείᾳ, καὶ τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν διενήνοχε. Ταῦτα μὲν περὶ τοῦ πρώτου, ἤτοι τῆς τῶν βρωμάτων ἀποχῆς, δεύτερον δ’ ἄρα ἦν, ἡ ἐπὶ τῇ ἡμῶν ἀμάθειᾳ τῆς σῆς καρδίας λύπη· ἐφ’ οἷς καὶ χάριτας ἴσμεν σου, τῇ ἀγάπῃ, εἴ γε τῶν σῶν ἀδελφῶν ἔτι μέμνησαι, καὶ στοργῇ ἀδελφικῇ οὐ διαλείπεις κηδόμενος· ἴσθι μέντοι καὶ πέπεισο, ἀγαπητέ, ὅτι ἡμεῖς τὴν ἔξω καλουμένην σοφίαν, μετὰ μὲν θεοσέβειας, μέγα τι ἡγούμεθα, καὶ τῶν ὀργανικῶν ἀγαθῶν τὸ κράτιστόν τε καὶ κάλλιστον· διατὶ γὰρ οὐχί; ὅπου γε καὶ οἱ πατέρες ἡμῶν οἱ θεῖοι καὶ ἔκκριτοι διὰ πάσης διῆλθον, καὶ αὐτοὶ ἐξ αὐτῆς εἴτι καλὸν καρπωσάμενοι, κοινὴν καὶ τοῖς ἄλλοις τὴν ἐξ αὐτῆς ὠφέλειαν προὔθηκαν· ἄνευ γε μὴν ταύτης, εἴτ’ οὖν τῆς θεοσέβειας, οὐ μόνον αὐτὴν οὐ θαυμάζομεν, ἀλλά καὶ μισητὴν καὶ ἀπόβλητον κρίνομεν, ὡς Ἄγαρ τινὰ βάρβαρον καὶ ἐξανισταμένην τῆς Κυρίας, ὥσπερ δὴ νῦν μάλιστα ἐν τοῖς νῦν καιροῖς αὐθαδιαζομένη ἀποθρασύνεται· ἔνθα δὴ (σ. 403) καὶ πολλὰ ἐστιν εἰπεῖν καὶ δεῖξαι, ὅσον τὸ ταύτης βλάβος· ἐπειδὴ μέντοι γε ταῦτα συγγραφῆς χρῄζει ἰδίας, καὶ γένοιτ’ ἂν πραγματεία οὐχ’ ἡ τυχοῦσα, μόνοις ἀρκεσθῶμεν τό γε νῦν ἔχον, οἷς ὁ θεῖος Ἰάκωβος τῷ πνεύματι ἐμπνευσθείς, τὴν φύσιν αὐτῆς ἡμῖν ὑπέγραψε λέγων, ὅτι ἡ τοῦ κόσμου τούτου σοφία ἐστιν ἐπίγειος, ψυχική, δαιμονιώδης· καὶ ἔστι μὲν ἐκτὸς δήπου οἱασοῦν ἀμφιβολίας ὁ ὁρισμός, ἅτε δὴ χρησμὸς ἀντικρὺς τοῦ πνεύματος· ἐμαρτύρησε γε μὴν καὶ ἡ σὴ γλῶσσα τῇ τοῦ λόγου ἀληθείᾳ ἐν τῇ πρὸς τὸν φίλον αὐτῆς ταύτῃ ἐπιστολῇ, λέγοντος, ὅτι οἱ τὰ πρῶτα φέροντες τῶν αὐτόθι σοφῶν, οὕτως εἰσὶ μιαροί,

ἐξωλέστατοι καὶ τῆς φύσεως ὑβρισταί, καὶ θεῶν ὄπιν, κατὰ τὸν ποιητὴν οὐκ ἀλέγοντες, ὡς καὶ τοὺς πάντῃ βαρβάρους μηδὲν εἶναι πρὸς αὐτούς· εἰ δὲ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; καίτοι γε αὐτοί σου οἱ σοφοὶ εἰσὶ δήπου οἱ τὰ τῶν πάλαι θεωρήματα, οἷον παίδων ἀθύρματα ἀναδείξαντες·τίς οὖν ὁ τῆς τοιαύτης καὶ τηλικαύτης σοφίας καρπός, ὁ ἀνὰ πᾶσαν ἤδη τὴν Εὐρώπην κοινότατος γενόμενος; Ἰδού, ἡ δαιμονιώδης αὕτη καὶ βδελυκτὴ καὶ ἀντίθεος ἀδιαφορία τὸ μηδὲ πρόνοιαν ὅλως εἶναι ἡγεῖσθαι τῶν ἀνθρωπίνων πραγμάτων μηδὲ ἐξέτασιν τῶν βεβιωμένων καθολικωτάτην καὶ μέλλουσαν· καὶ θεμιτῶν πρὸς ἀθέμιτα παρὰ μόνοις τοῖς ἀνοήτοις εἶναι διαστολήν· δι’ ὃ καὶ μητρογαμοῦσι, καὶ θυγατρογαμοῦσι, u954 καὶ ἀδελφογαμοῦσιν ἀνυποστόλως καὶ ἀδεῶς οἱ σοφώτατοι· εἶτα οὐ πολλῷ ἄμεινον μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύω ὀφθαλμοὺς ἔχοντα (σελ. 404) βληθεῖναι εἰς τὴν

γέενναν; τὸ γὰρ τέλος τοῦ ἀνθρώπου, ὦ λῶστε, ᾗ ἄνθρωπος, μᾶλλον δὲ ᾗ

χριστιανός, οὐκ ἔστιν αὐτὸ τὸ τῶν γνώσεων ἁπασῶν ἄθροισμα (τοῦτο γὰρ ἂν εἴη, τἀληθὲς εἰπεῖν, λογία ματαιότης) ἵνα καὶ ὁ κτησάμενος ὡς δῆθεν εἰς τὸ ἄκρον ἐλάσας τῆς εὐδαιμονίας κομπάζῃ, καὶ ὁ μὴ κτησάμενος ὡς κακοδαίμων ἐλεῆται, ἀλλ’ ἡ μετὰ θάνατον καθαριότης, κἄν ᾖ βρωμερωτάτη ὕλη τοῦ αἰωνίου πυρός, ὁ τὴν ἀθεΐαν ὑπερέξοχος, διαρραγῇ γελῶν ὁ μισόθεος Βολταίρ· ἔνθα δή, οὐδὲν πλέον ἔχει τῆς ἀμάθειας, ἡ τῶν ἔξω λόγων σοφία καὶ δύναμις, ἀλλ’ ἡ τῶν σωτηρίων ἐντολῶν τήρησις τοῦ Χριστοῦ, καὶ ἡ τῆς ψυχῆς ἐκ τῶν αἰσχίστων παθῶν κάθαρσις, καὶ πρὸς Θεὸν καθ’ ὅσον ἔξεστι νεῦσις τε καὶ οἰκείωσις, τῆς ἀλήκτου ἐκείνης τροφῆς, καὶ τῆς εἰκονιζούσης εὐδαιμονίας γίνεται πρόξενος· καὶ γὰρ ὁ εἰς τὸν κόσμον ἐλθὼν Ἰησοῦς Χριστός, ἵνα τῆς μακάριας ἐκείνης λήξεως ἡμῶν ὑπόδειξῃ τὴν ὁδόν, οὔτε γεωμετρεῖν, οὔτε ἀστρονομεῖν, οὔτε μὴν τῆς φύσεως ἐξιχνεύων τὰ ἀπόκρυφα, ἵνα τοῦ τέλους ἐκείνου ἐπιτύχοιμεν, ἐνετείλατο ἡμῖν, ἀλλὰ τὰς θείας αὐτοῦ ἐρευνᾷν γραφάς καὶ διὰ τῶν θεοειδῶν πράξεων, μετά τῆς εἰς αὐτὸν πίστεως, πρὸς ἀθανασίαν ἐπείγεσθαι· οὐ μὴν ἀλλά καὶ ἁλιεῖς τινας καὶ σκηνορράφους ἀνθρώπους, ὧν τὸ γνώρισμα ἰδιωτεία, καὶ ὁ σταυρὸς καύχημα, άποστείλας ἵνα ταῦτα τῆς ἀπανταχοῦ γῆς κηρύξωσι, τὴν φύσαν τῶν σοφῶν σοφίαν, καὶ τὴν ἐπηρμένην σύνεσιν τῶν συνετῶν, κατήργησεν, ἐμώρανε, καί, τέλος πάντων ἡ σοφὴ καὶ (σ. 405) σωτήριος αὐτοῦ πρόνοια καὶ πόρρω τῆς αὐτοῦ ἐκκλησίας ἀπήλασεν· ὅπερ οὐκ ἂν ἐποίησε δήπου ἀγαθὸς ἄν, καὶ δοτὴρ ἀγαθῶν, εἰ συμφέρουσαν ᾔδει ταῖς ἡμετέραις ψυχαῖς· καὶ γὰρ νῦν οἱ τὰς μακρὰς ὁδοὺς στελλόμενοι ἵνα ταύτην κτήσωνται πάντως ἕν τι εἶδος παραφθορᾶς, ἵνα μὴ λέγω ἀθεΐας (ἡ γὰρ περὶ τὰ βρώματα καὶ τὰς ἐκκλησιαστικὰς νηστείας ἀδιαφορία τοὐλάχιστον ἔδοξε τῶν κακῶν) ἐπανερχόμενοι κομίζουσι καὶ τοίνυν, ἀγαπητέ,τῆς ἀμαθείας ταύτης ἕνεκα μὴ ἄλγει περὶ ἡμῶν ἔστ’ ἂν διὰ τοὺς θείους οἰκτιρμούς, τότε τῆς εὐσεβείας φῶς ὑπάρχῃ μεθ’ ἡμῶν, καὶ ἡ ἀρχὴ τῆς σοφίας, ὅς ἐστιν ὁ τοῦ Θεοῦ φόβος, οὕτω ἡμῶν ἀπέστη, ὥστε καὶ μητρογαμεῖν· μὴ φημι τούτου ἕνεκα ἄλγει· ἀλλὰ μᾶλλον σύ, ὡς εὐχόμεθα, σαυτοῦ γενοῦ, σαυτόν οἴκτειρον, τῆς σαυτοῦ ἀσφαλείας φρόντισον· καὶ τὴν τοῦ Νῶε περιστεράν, οὐ τὸν σαρκοφάγον μιμησάμενος κόρακα, εἰς τὴν νοητὴν κιβωτὸνθᾶττον ἐπίστρεψον· καὶ γὰρ κατὰ τὸν εἰπόντα, χρονίζειν οὐ καλόν, ἔνθα μὴ εἰσὶν ὅμοιοι. Οἱ παλαιοὶ μόνην τὴν κεντρόμολον τῶν σωμάτων ἐγίνωσκον δύναμιν· ὁ δὲ σὸς Νεύθων, καὶ τὴν κεντρόφυγα προσεξεῦρε, ἵνα φασί, τὴν

διαγώνιον βαίνῃ τὸ ὑπ’ ἀμφοῖν ὠθούμενον· θαυμάζω οὖν ἔγωγε, σοφώτατε, εἰ γε τἄλλα πάντα μαθὼν τὰ τῶν νεωτέρων, τὴν κεντρόφυγα εἰσέτι καὶ νῦν οὐ δύνασαι μαθεῖν· ἔρρωσο κατά τὸν διπλοῦν ἄνθρωπον.

Κατηγορία: 

Σχόλια - Facebook Comments